Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.117 Joseph. AJ 4.122 (English) >>Joseph. AJ 4.127

4.120ἐγὼ δὲ μέμνημαι μὲν ὧντε καὶ σὺ καὶ Μαδιηνῖται δεηθέντες ἐνταυθοῖ με προθύμως ἠγάγετε καὶ διʼ τὴν ἄφιξιν ἐποιησάμην, ἦν τέ μοι διʼ εὐχῆς μηδὲν ἀδικῆσαί σου τὴν ἐπιθυμίαν. 4.121κρείττων δὲ θεὸς ὧν ἐγὼ χαρίζεσθαι διεγνώκειν· καὶ παντελῶς ἀσθενεῖς οἱ προγινώσκειν περὶ τῶν ἀνθρωπίνων παρʼ ἑαυτῶν ὑπολαμβάνοντες, ὡς μὴ ταῦθʼ ἅπερ ὑπαγορεύει τὸ θεῖον λέγειν, βιάζεσθαι δὲ τὴν ἐκείνου βούλησιν· 4.122οὐδὲν γὰρ ἐν ἡμῖν ἔτι φθάσαντος εἰσελθεῖν ἐκείνου ἡμέτερον. ἔγωγʼ οὖν τὸν στρατὸν τοῦτον οὔτʼ ἐπαινέσαι προεθέμην οὔτʼ ἐφʼ οἷς τὸ γένος αὐτῶν θεὸς ἀγαθοῖς ἐμηχανήσατο διελθεῖν, ἀλλʼ εὐμενὴς αὐτοῖς οὗτος ὢν καὶ σπεύδων αὐτοῖς εὐδαίμονα βίον καὶ κλέος αἰώνιον παρασχεῖν ἐμοὶ τοιούτων ἀπαγγελίαν λόγων ὑπέθετο. 4.123νῦν δέ, χαρίζεσθαί τε γὰρ αὐτῷ σοὶ διὰ σπουδῆς ἐστί μοι καὶ Μαδιηνίταις, ὧν ἀπώσασθαί μοι τὴν ἀξίωσιν οὐκ εὐπρεπές, φέρε βωμούς τε ἑτέρους αὖθις ἐγείρωμεν καὶ θυσίας ταῖς πρὶν παραπλησίας ἐπιτελέσωμεν, εἰ πεῖσαι τὸν θεὸν δυνηθείην ἐπιτρέψαι μοι τοὺς 4.124ἀνθρώπους ἀραῖς ἐνδῆσαι.” συγχωρήσαντος δὲ τοῦ Βαλάκου δὶς μὲν τεθυκότι τὸ θεῖον οὐκ ἐπένευσε τὰς κατὰ τῶν Ἰσραηλιτῶν ἀράς, θύσας δὲ καὶ τρίτον ἄλλων πάλιν ἀνασταθέντων βωμῶν οὐδὲ τότε μὲν κατηράσατο τοῖς Ἰσραηλίταις,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.117 Joseph. AJ 4.122 (English) >>Joseph. AJ 4.127

Powered by PhiloLogic